Esercizio: analizza gli elementi sintattici sottolineati e specificane la funzione.

 

Un marito scopre di essere tradito - Lisia

 

Vai alla traduzione e alla soluzione dell'esercizio

 

Eufilèto, onesto borghese di Atene, non sa che sua moglie lo tradisce con un bellimbusto di nome Eratòstene. In questa scena egli viene informato della tresca da una vecchia, che ha spiato Eratòstene per conto di un'amante trascurata.

 

 Μετὰ δὲ ταῦτα, ὦ ἄνδρες, χρόνου μεταξὺ διαγενομένου καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν, προσέρχεταί μοί τις πρεσβῦτις ἄνθρωπος, ὑπὸ γυναικὸς ὑποπεμφθεῖσα ἣν ἐκεῖνος ἐμοίχευεν, ὡς ἐγὼ ὕστερον ἤκουον· αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι νομίζουσα, ὅτι οὐκέτι ὁμοίως ἐφοίτα παρ' αὐτήν, ἐφύλαττεν ἕως ἐξηῦρεν τι εἴη τὸ αἴτιον. Προσελθοῦσα οὖν μοι ἐγγὺς ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα, «Εὐφίλητε» ἔφη «μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸς σέ· γὰρ ἀνὴρ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα ἐχθρὸς ὢν ἡμῖν τυγχάνει. ὰν οὖν λάβῃς τὴν θεράπαιναν τὴν εἰς ἀγορὰν βαδίζουσαν καὶ διακονοῦσαν ὑμῖν καὶ βασανίσῃς, ἅπαντα πεύσῃ». «Ἔστι δ ἔφη «᾿Ερατοσθένης ᾿Οῆθεν ταῦτα πράττων, ὃς οὐ μόνον τὴν σὴν γυναῖκα διέφθαρκεν ἀλλὰ καὶ ἄλλας πολλάς· ταύτην γὰρ [τὴν] τέχνην ἔχει». Ταῦτα εἰποῦσα, ἄνδρες, ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δ' εὐθέως ἐταραττόμην, καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦν ὑποψίας.

Lisia, Per l'uccisione di Eratostene 15-17

L

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

In questa sezione sei il visitatore numero