|
I Greci tentano di attraversare il fiume per entrare in Armenia, ma al di là di questo li aspettano schiere di cavalieri e di fanti seriamente intenzionati a non lasciarli passare. ῞Αμα δὲ τῇ ἡμέρᾳ οἱ ῞Ελληνες ὁρῶσιν ἱππέας πέραν τοῦ ποταμοῦ ἐξωπλισμένους ἵνα κωλύωσιν αὐτοὺς διαβαίνειν, πεζοὺς δ' ἐπὶ ταῖς ὄχθαις παρατεταγμένους ἄνω τῶν ἱππέων ἵνα κωλύωσινεἰς τὴν ᾿Αρμενίαν ἐκβαίνειν. Ἦσαν δ' οὗτοι ᾿Ορόντα καὶ ᾿Αρτούχα ᾿Αρμένιοι καὶ Μάρδοι καὶ Χαλδαῖοι μισθοφόροι. Πάντες ἔλεγον δὲ οἱ Χαλδαῖοι ἐλεύθεροί τε καὶ ἄλκιμοι εἶναι· ὅπλα εἶχον γέρρα μακρὰ καὶ λόγχας. Αἱ δὲ ὄχθαι αὗται ἀπεῖχον ἀπὸ τοῦ ποταμοῦ τρία ἢ τέτταρα πλέθρα· μία δὲ ἦν ὁδὸς ἄγουσα ἄνω· ταύτῃ ἐπειρῶντο διαβαίνειν οἱ ῞Ελληνες. Τοῖς πειρωμένοις τό τε ὕδωρ ὑπὲρ τῶν μαστῶν ἐφαίνετο, καὶ τραχύτατος ἦν ὁ ποταμὸς διὰ μεγάλους λίθους καὶ ὀλισθηροὺς, καὶ ἐν τῷ ὕδατι οὐκ ἦν ἔχειν τὰ ὅπλα· εἰ δὲ μή, ὁ ποταμὸς ἥρπαζε ταῦτα· εἴ τις ἔφερε τὰ ὅπλα ἐπὶ τῆς κεφαλῆς, γυμνοὶ ἐγίγνοντο πρὸς τὰ τοξεύματα καὶ τἆλλα βέλη· ἀνεχώρουν καὶ αὐτοῦ ἐστρατοπεδεύοντο παρὰ τὸν ποταμόν. Anabasi, 4. 3-6
|
|
sei
il visitatore numero
|