Vai all'analisi del periodo e all'analisi delle forme verbali

Preghiera di Camillo agli dèi - Plutarco

Gli dèi sembrano esaudire le preghiere del grande condottiero romano dopo la conquista di Veio.

῾Αλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν ῾Ρωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε· “Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε ῾Ρωμαίοις ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατ' ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρανόμων πόλιν. Εἰ δ' ἄρα τις” ἔφη “καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ ῾Ρωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ τελευτῆσαι.” Ταῦτ' εἰπών, καθάπερ ἐστὶ ῾Ρωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν, ἐσφάλη περιστρεφόμενος. Διαταραχθέντων δὲ τῶν παρόντων, πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν ὡς γέγονεν αὐτῷ κατ' εὐχὴν σφάλμα μικρὸν ἐπ' εὐτυχίᾳ μεγίστῃ.

Plutarco, Camillo, 5. 7-9

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero