Se vuoi visualizzare la struttura, clicca qui

Morte di Remo - Diodoro Siculo

Secondo la versione di Diodoro Siculo, non sarebbe stato Romolo a uccidere personalmente Remo, macchiandosi dell’orribile delitto di fratricidio, ma un suo seguace di nome Celere.

Ὁ ῾Ρωμύλος κτίζων τὴν ῾Ρώμην τάφρον περιέβαλε τῷ Παλατίῳ κατὰ σπουδήν, μή τινες τῶν περιοίκων ἐπιβάλωνται κωλύειν αὐτοῦ τὴν προαίρεσιν. Ὁ δὲ ῾Ρέμος βαρέως φέρων ἐπὶ τῷ διεσφάλθαι τῶν πρωτείων, φθονῶν δὲ τῆς εὐτυχίας τῷ ἀδελφῷ, προσιὼν τοῖς ἐργαζομένοις ἐβλασφήμει· ἀπεφήνατο γὰρ στενὴν εἶναι τὴν τάφρον, καὶ ἐπισφαλῆ ἔσεσθαι τὴν πόλιν, τῶν πολεμίων ῥᾳδίως αὐτὴν ὑπερβαινόντων. Ὁ δὲ ῾Ρωμύλος ὀργιζόμενος ἔφη· “Παραγγελῶ πᾶσι τοῖς πολίταις ἀμύνασθαι τὸν ὑπερβαίνειν ἐπιχειροῦντα”. Καὶ πάλιν ὁ ῾Ρέμος τοῖς ἐργαζομένοις ὀνειδίζων ἔφη στενὴν κατασκευάζειν τὴν τάφρον· εὐχερῶς γὰρ ὑπερβήσεσθαι τοὺς πολεμίους· καὶ γὰρ αὐτὸς ῥᾳδίως τοῦτο πράττειν· καὶ ἅμα ταῦτα λέγων ὑπερήλατο. Ἦν δέ τις Κέλερος, εἷς τῶν ἐργαζομένων, ὃς ὑπολαβών, “᾿Εγὼ δέ, φησίν, ἀμυνοῦμαι τὸν ὑπερπηδῶντα κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως”, καὶ ἅμα ταῦτα λέγων ἀνέτεινε τὸ σκαφεῖον καὶ πατάξας τὴν κεφαλὴν ἀπέκτεινε τὸν ῾Ρέμον.

Diodoro Siculo, Bibliotheca historica 8. 6

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero