Manio Papirio e i Galli di Brenno - Plutarco

Un esempio di grande suggestione e di straordinario coraggio in una Roma quasi deserta conquistata dai Galli guidati da Brenno. Lo stesso episodio è raccontato da Tito Livio, ma con maggiore suspence.

Κατασχὼν δὲ τὴν ῾Ρώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳ φρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαίνων δι' ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθημένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμενος, ὡς οὔθ' ὑπεξανέστησαν ἐπιόντων πολεμίων οὔτ' ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰ ῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκίπωσιν, οὓς ἐφόρουν, καὶ προσβλέποντες ἀλλήλοις ἡσύχαζον. Ἦν οὖν θαῦμα τοῖς Γαλάταις πρὸς τὴν ἀτοπίαν, καὶ πολὺν χρόνον ὀκνοῦντες ἅψασθαι καὶ προσελθεῖν ὡς κρείττοσι διηπόρουν. Ἐπεὶ δὲ τολμήσας τις ἐξ αὐτῶν ἐγγὺς παρέστη Παπειρίῳ Μανίῳ καὶ προσαγαγὼν τὴν χεῖρα πρᾴως ἥψατο τοῦ γενείου καὶ κατῆγε τὴν ὑπήνην βαθεῖαν οὖσαν, ὁ μὲν Παπείριος τῇ βακτηρίᾳ τὴν κεφαλὴν αὐτοῦ πατάξας συνέτριψεν, ὁ δὲ βάρβαρος ἐκεῖνον σπασάμενος τὴν μάχαιραν ἀπέκτεινεν.

Plutarco, Camillo 22. 5-6

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero