|
Anche Tiresia, per aver visto Atena fare il bagno nuda, viene punito e perde la vista Ἦν δὲ παρὰ Θηβαίοις μάντις Τειρεσίας ὁ Εὐήρους καὶ Χαρικλοῦς νύμφης, τῆς ᾿Αθηνᾶς ἀπὸ γένους Οὐδαίου τοῦ Σπαρτοῦ, τυφλὸς ὤν. Περὶ τῆς πηρώσεως καὶ τῆς μαντικῆς τούτου λέγονται λόγοι διάφοροι. Ἄλλοι μὲν γὰρ λέγουσιν αὐτὸν ὑπὸ θεῶν τυφλοῦσθαι, ὅτι ἐμήνυε τοῖς ἀνθρώποις ταῦτα ἃ οἱ θεοὶ κρύπτειν ἤθελον, Φερεκύδης δὲ λέγει αὐτὸν τυφλοῦσθαι ὑπὸ ᾿Αθηνᾶς· ὁ δὲ Τειρεσίας ἑώρα τὴν θεὰν γυμνὴν λυουμένην ἐν ποταμῷ τινι, ἡ δὲ ταῖς χερσὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καταλαμβανομένη πηρὸν τὸν μάντιν ἐποίει. Τῆς δὲ μητρὸς Χαρικλοῦς δεομένης ἀποκαθιστᾶναι πάλιν τὰς ὁράσεις, ἡ ᾿Αθηνᾶ, μὴ δυναμένη τοῦτο ποιεῖν, τὰς ἀκοὰς διακαθαίρουσα πᾶσαν ὀρνίθων φωνὴν ἐποίει ἐπίστασθαι, καὶ σκῆπτρον αὐτῷ ἐδίδου κράνειον, ὃ φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβάδιζεν. Da Apollodoro, 3. 69-70
|
|
sei
il visitatore numero
|