Danae e Perseo

Acrisio per timore di essere ucciso da un eventuale figlio della figlia Danae, la rinchiude in una stanza sotterranea, ma Zeus , trasformandosi in pioggia d'oro, si unisce a Danae. Nasce così Perseo. Acrisio fa di tutto per farlo morire, ma il responso dell'oracolo, una volta, emesso, non può essere cambiato.

᾿Ακρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γεννᾶσθαι δεῖν παῖδα ὑπὸ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. Φοβούμενος δὲ ὁ ᾿Ακρίσιος τοῦτο, ὑπὸ  γῆν θάλαμον κατασκευάζει χάλκεον καὶ τὴν Δανάην ἐφρούρει. Ζεὺς δέ, ὡς ἔνιοί φασι, μεταμορφοῦται εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τὴν Δανάην εἰσρέων συνέρχεται. Ὁ δὲ ᾿Ακρίσιος ὕστερον αἰσθάνεται ἐν τῷ θαλάμῳ παῖδα ὄντα Δανάης τέκνον, ᾧ Περσεὺς ὄνομα ἦν· μὴ πιστεύων τὸν Δία εἶναι τὸν πατέρα, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βάλλει καὶ ῥίπτει εἰς θάλασσαν. Φερομένης δὲ τῆς λάρνακος εἰς Σέριφον Δίκτυς δέχεται καὶ ἀνατρέφει τὸν παῖδα.

da Apollodoro, Biblioreca 2. 34-35 passim

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero