Minosse muove contro Atene

Androgeo, giovane figlio del re cretese Minosse, viene ucciso per ordine di Egeo, signore dell’Attica. Alla notizia dell’assassinio del figlio il sovrano cretese, senza indugio, decide di muovere contro Atene per vendicarlo.

᾿Ανδρόγεως, ὁ τοῦ Μίνω, ῥώμῃ καὶ ἀνδρείᾳ τῶν ἡλικιωτῶν διέφερεν· εἰς τὰς ᾿Αθήνας ἐπορεύετο, ἵνα ἐν τοῖς τῶν Παναθηναίων ἄθλοις τὴν ἐπικράτειαν καὶ δεξιότητα ἀποφαίνοι. Ἐκεῖ μὲν πολλοὺς ἀθλητὰς ὑπερέβαλλε καὶ ξένος καὶ φίλος τῶν Παλλαντιδῶν ἐγίγνετο. Αἰγεὺς δέ, ὁ τῆς Ἀττικῆς ἄναξ, τῶν Παλλαντιδῶν ἐχθρὸς καὶ δύσνους ἦν καὶ ὑπώπτευε τὴν τοῦ᾿Ανδρόγεω καὶ τῶν Παλλαντιδῶν φιλίαν· ἤκουε γὰρ ὅτι τῷ Μίνῳ ἀξιόχρεων ἦν ναυτικὸν καὶ οὐ χαλεποὶ οἱ ἐκ τῆς Κρήτης εἰς τὴν Ἀττικὴν πλοῖ. Ἐνταῦθα, ὅτε ὁ νεανίας ἐβάδιζε εἰς τὰς Θήβας ἐπὶ θεωρίαν, ὁ Αἰγεὺς ἐκέλευέ τινας ἐγχωρίους περὶ Οἰνόην τῆς Ἀττικῆς αὐτὸν δόλῳ φονεύειν. Ὡς δὲ ἡ τοῦ φόνου ἀπαγγελία εἰς τὴν Κρήτην ἠγγέλλετο καὶ ὁ Μίνως δὲ ἐπυνθάνετο τὴν κατὰ τὸν υἱὸν συμφοράν, εὐθὺς τὰ πλοῖα παρεσκεύαζε καὶ ἐξέπλει ἐπὶ τὰς ᾿Αθήνας ὅπως τοὺς τοῦ φόνου τοῦ υἱοῦ αἰτίους κολάζοι.

Libero adattamento da Apollodoro

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero